Colossians 2

1Θέλω γὰρ ὑμᾶς εἰδέναι ἡλίκον ἀγῶνα ἔχω
 ὑπὲρ = WH Treg NA/NIV: || περὶ = RP
ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ ὅσοι οὐχ ἑόρακαν τὸ πρόσωπόν μου ἐν σαρκί,
2ἵνα παρακληθῶσιν αἱ καρδίαι αὐτῶν,
 συμβιβασθέντες = WH Treg NA/NIV: || συμβιβασθέντων = RP
συμβιβασθέντες ἐν ἀγάπῃ καὶ εἰς
 πᾶν πλοῦτος = WH NA/NIV: || πᾶν τὸ πλοῦτος = Treg; || πάντα πλοῦτον = RP
πᾶν πλοῦτος ⸃ τῆς πληροφορίας τῆς συνέσεως, εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ
 θεοῦ = WH Treg NA/NIV: || θεοῦ καὶ πατρὸς καὶ τοῦ = RP
θεοῦ, Χριστοῦ,
3ἐν εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας
 καὶ = WH Treg NA/NIV: || καὶ τῆς = RP
καὶ γνώσεως ἀπόκρυφοι.
4
 τοῦτο = WH NA/NIV: || τοῦτο δὲ = Treg RP
τοῦτο λέγω ἵνα
 μηδεὶς = WH Treg NA/NIV: || μή τις = RP
μηδεὶς ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ.
5εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.

6Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε, 7ἐρριζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ
 βεβαιούμενοι = WH Treg NA/NIV: || βεβαιούμενοι ἐν = RP
βεβαιούμενοι τῇ πίστει καθὼς ἐδιδάχθητε,
 περισσεύοντες = Treg NA/NIV: || περισσεύοντες ἐν αὐτῇ = WH RP
περισσεύοντες ἐν εὐχαριστίᾳ.

8Βλέπετε μή τις ὑμᾶς ἔσται συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν· 9ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, 10καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι, ὅς ἐστιν κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας, 11ἐν καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ
 σώματος = WH Treg NA/NIV: || σώματος τῶν ἁμαρτιῶν = RP
σώματος τῆς σαρκός, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ,
12συνταφέντες αὐτῷ ἐν τῷ
 βαπτισμῷ = Treg NA/NIV: || βαπτίσματι = WH RP
βαπτισμῷ, ἐν καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ θεοῦ τοῦ ἐγείραντος αὐτὸν
 ἐκ = WH Treg NA/NIV: || ἐκ τῶν = RP
ἐκ νεκρῶν·
13καὶ ὑμᾶς νεκροὺς ὄντας
 ἐν = NA/NIV RP: || [omit] = WH Treg
ἐν τοῖς παραπτώμασιν καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ὑμῶν, συνεζωοποίησεν ὑμᾶς σὺν αὐτῷ· χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα,
14ἐξαλείψας τὸ καθ᾽ ἡμῶν χειρόγραφον τοῖς δόγμασιν ἦν ὑπεναντίον ἡμῖν, καὶ αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προσηλώσας αὐτὸ τῷ σταυρῷ· 15ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.

16Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει
 ἢ = Treg RP: || καὶ = WH NA/NIV
ἐν πόσει ἐν μέρει ἑορτῆς νουμηνίας σαββάτων,
17 ἐστιν σκιὰ τῶν μελλόντων, τὸ δὲ σῶμα
 τοῦ = WH Treg NA/NIV: || [omit] = RP
τοῦ Χριστοῦ.
18μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων,
 ἃ = WH Treg NA/NIV: || ἃ μὴ = RP
ἑόρακεν ἐμβατεύων, εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ,
19καὶ οὐ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ.

20Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε· 21Μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς, 22 ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων; 23ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκίᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.



Copyright information for SBLG